Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.92 Joseph. AJ 11.97 (English) >>Joseph. AJ 11.102

11.95

Ταῦτʼ εἰπόντων τοῦ τε Ζοροβαβήλου καὶ τοῦ ἀρχιερέως Σισίννης καὶ οἱ σὺν αὐτῷ τὴν μὲν οἰκοδομίαν ἐπισχεῖν οὐ διέγνωσαν ἕως ἂν ταῦτα δηλωθῇ Δαρείῳ, παραχρῆμα δʼ αὐτῷ περὶ τούτων ἔγραψαν. 11.96τῶν δὲ Ἰουδαίων κατεπτηχότων καὶ δεδιότων μὴ μεταδόξῃ τῷ βασιλεῖ περὶ τῆς τῶν Ἱεροσολύμων καὶ τοῦ ναοῦ κατασκευῆς, ὄντες κατὰ τὸν καιρὸν ἐκεῖνον δύο προφῆται παρʼ αὐτοῖς Ἀγγαῖος καὶ Ζαχαρίας θαρρεῖν αὐτοὺς παρώρμων καὶ μηδὲν ἐκ τῶν Περσῶν ὑφορᾶσθαι δύσκολον, ὡς τοῦ θεοῦ ταῦτα προλέγοντος. πιστεύοντες δὲ τοῖς προφήταις ἐντεταμένως εἴχοντο τῆς οἰκοδομίας μηδεμίαν ἡμέραν ἀνιέμενοι. 11.97

Δαρεῖος δὲ τῶν Σαμαρειτῶν αὐτῷ γραψάντων καὶ κατηγορούντων διὰ τῆς ἐπιστολῆς τῶν Ἰουδαίων, ὡς τήν τε πόλιν ὀχυροῦσι καὶ τὸν ναὸν φρουρίῳ προσεοικότα μᾶλλον ἱερῷ κατασκευάζουσιν, λεγόντων δὲ μὴ συνοίσειν αὐτῷ τὰ γινόμενα καὶ προσέτι τὰς ἐπιστολὰς ἐπιδεικνύντων τὰς Καμβύσου, διʼ ὧν ἐκώλυσεν ἐκεῖνος οἰκοδομεῖν τὸν ναόν, 11.98μαθὼν παρʼ αὐτῶν οὐκ ἀσφαλῆ τοῖς πράγμασιν αὐτοῦ τὴν τῶν Ἱεροσολύμων ἀποκατάστασιν ἔσεσθαι, ἐπεὶ καὶ τὰ παρὰ τοῦ Σισίννου καὶ τῶν σὺν αὐτῷ κομισθέντα ἀνέγνω γράμματα, προσέταξεν ἐν τοῖς βασιλικοῖς ὑπομνήμασιν ζητηθῆναι τὰ περὶ τούτων. 11.99καὶ εὑρέθη ἐν Ἐκβατάνοις τῇ βάρει τῇ ἐν Μηδίᾳ βιβλίον, ἐν τάδε ἦν ἀναγεγραμμένα· “ἐν τῷ πρώτῳ τῆς βασιλείας ἔτει Κῦρος βασιλεὺς ἐκέλευσεν τὸν ναὸν οἰκοδομηθῆναι τὸν ἐν Ἱεροσολύμοις καὶ τὸ θυσιαστήριον, ὕψος μὲν πηχῶν ἑξήκοντα εὖρος δὲ τῶν αὐτῶν, διὰ δόμων λιθίνων βία τε ξεστῶν τριῶν καὶ ξυλίνου δόμου ἑνὸς ἐγχωρίου.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.92 Joseph. AJ 11.97 (English) >>Joseph. AJ 11.102

Powered by PhiloLogic